πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ ἀμφὶ βραχίονι κουφίζων; Παιδαγωγός λοχαγός, ὦ δέσποινα. Ἀντιγόνη τίς, πόθεν γεγώς; αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται; Παιδαγωγός οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ. Ἀντιγόνη ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, γίγαντι γηγενέτᾳ προσόμοιος ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ. Παιδαγωγός τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ; Ἀντιγόνη ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. τίς δʼ ἐστὶν οὗτος; Παιδαγωγός παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει. Ἀντιγόνη οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας ὁμόγαμος κυρεῖ; ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. Παιδαγωγός σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι. Ἀντιγόνη σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε; Παιδαγωγός σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα, σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους. Ἀντιγόνη τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ καταβόστρυχος, ὄμμασι γοργὸς εἰσιδεῖν νεανίας, λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ