πόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν. ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν Καπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις· σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν γίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλιν φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων, ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις. ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν, ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ, ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις. παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα ξύνθημα παρφέροντι ποιμέσιν λόχων. καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ, ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος· ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις, γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται; ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν· πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι, ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας· ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς. ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν· ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ