ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ; ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων. ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων. Ἰοκάστη ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη; τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος; τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι. Ἄγγελος ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου. Ἰοκάστη τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί; Ἄγγελος ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. Ἰοκάστη ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός; Ἄγγελος ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. Ἰοκάστη ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος. Ἄγγελος ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων. Ἰοκάστη εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ πυλῶν ἀπεστήσασθε πυργηρούμενοι; λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. Ἄγγελος ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος λαιμῶν διῆκε τῇδε γῇ σωτήριον, λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός, σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταις ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι,