ἀχά τʼ ἦν ὅμοιος, ὁπότε πόλεος ἀφανίσειεν ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν. Χορός χρόνῳ δʼ ἔβα Πυθίαις ἀποστολαῖσιν Οἰδίπους ὁ τλάμων Θηβαίαν τάνδε γᾶν τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη· ματρὶ γὰρ γάμους δυσγάμους τάλας καλλίνικος ὢν αἰνιγμάτων συνάπτει, μιαίνει δὲ πτόλιν· διʼ αἱμάτων δʼ ἀμείβει μυσαρὸν εἰς ἀγῶνα καταβαλὼν ἀραῖσι τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ, ὃς ἐπὶ θάνατον οἴχεται γᾶς ὑπὲρ πατρῴας, Κρέοντι μὲν λιπὼν γόους, τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς καλλίνικα θήσων. γενοίμεθʼ ὧδε ματέρες γενοίμεθʼ εὔτεκνοι, φίλα Παλλάς, ἃ δράκοντος αἷμα λιθόβολον κατειργάσω, Καδμείαν μέριμναν ὁρμήσασʼ ἐπʼ ἔργον, ὅθεν ἐπέσυτο τάνδε γαῖαν ἁρπαγαῖσι δαιμόνων τις ἄτα.