στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα. εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν. Χορός ἔβας ἔβας, ὦ πτεροῦσσα, γᾶς λόχευμα νερτέρου τʼ Ἐχίδνας, Καδμείων ἁρπαγά, πολύφθορος πολύστονος μειξοπάρθενος, δάιον τέρας, φοιτάσι πτεροῖς χαλαῖσί τʼ ὠμοσίτοις· Διρκαίων ἅ ποτʼ ἐκ τόπων νέους πεδαίρουσʼ ἄλυρον ἀμφὶ μοῦσαν ὀλομέναν τʼ Ἐρινὺν ἔφερες ἔφερες ἄχεα πατρίδι φόνια· φόνιος ἐκ θεῶν ὃς τάδʼ ἦν ὁ πράξας. ἰάλεμοι δὲ ματέρων, ἰάλεμοι δὲ παρθένων ἐστέναζον οἴκοις· ἰηιήιον βοάν, ἰηιήιον μέλος, ἄλλος ἄλλʼ ἐπωτότυζε διαδοχαῖς ἀνὰ πτόλιν. βροντᾷ δὲ στεναγμὸς