φυγὰς πατρῴας ἐξελήλαμαι χθονός. Ἑλένη τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας; Τεῦκρος Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον; Ἑλένη ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει. Τεῦκρος Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών. Ἑλένη πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς; Τεῦκρος οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος. Ἑλένη μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν; Τεῦκρος τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον; Ἑλένη ναί· μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν. Τεῦκρος θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις. Ἑλένη καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν; Τεῦκρος ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου. Ἑλένη σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς; Τεῦκρος ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ. Ἑλένη ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν; Τεῦκρος καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην. Ἑλένη ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί; Τεῦκρος ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές. Ἑλένη ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες. Τεῦκρος καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά. Ἑλένη πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις; Τεῦκρος ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους. Ἑλένη χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον; Τεῦκρος πολλὰς σελήνας, δέκα διελθούσας ἔτη. Ἑλένη ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε; Τεῦκρος Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης. Ἑλένη εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις; Τεῦκρος ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.