καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις. Μενελέως στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα. Ἑλένη ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου. Μενελέως τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι; Ἑλένη σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος. Μενελέως οὐπώποτʼ εἶδον προσφερέστερον δέμας. Ἑλένη ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. Μενελέως Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή; Ἑλένη Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. Μενελέως Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι. Ἑλένη ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ. Μενελέως ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον. Ἑλένη ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας. Μενελέως ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων. Ἑλένη ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ. Μενελέως ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ. Ἑλένη οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς. Μενελέως οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις. Ἑλένη ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς; Μενελέως ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι. Ἑλένη οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή. Μενελέως οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ; Ἑλένη οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς; Μενελέως τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ. Ἑλένη σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος; Μενελέως ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι. Ἑλένη τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα; Μενελέως ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω. Ἑλένη οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν. Μενελέως καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;