ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται. Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν. πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον. οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα· ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας, ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν. κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν, Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί. δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ, κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια· ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι. κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει. λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος, δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον. Χορός ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας, ἃ χρῄζουσʼ ἐφάνη τυράννοις δόμοις, ὡς Μενέλαος οὔ- πω μελαμφαὲς οἴχεται διʼ ἔρεβος χθονὶ κρυφθείς, ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον τρυχόμενος οὔπω λιμένων ψαύσειεν πατρίας γᾶς, ἀλατείᾳ βιότου