πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. Μενελέως ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ; Γραῦς τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός. Μενελέως ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις; Γραῦς οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος. Μενελέως τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ; Γραῦς Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός. Μενελέως πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον. Γραῦς ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν. Μενελέως πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον; Γραῦς Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο. Μενελέως πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος; Γραῦς πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν. ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις τύχη, τύραννος ᾗ ταράσσεται δόμος. καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς λόγους ἔδωκα δεσπότην φοβουμένη. Μενελέως τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω, εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται, ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις. Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι. ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν. Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;