οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν. ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι, ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά; Γραῦς τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. Μενελέως ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον. Γραῦς ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις. Μενελέως ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ. Γραῦς πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος. Μενελέως ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς Γραῦς πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους. Μενελέως ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. Γραῦς οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι. Μενελέως οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ. Γραῦς ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ. Μενελέως αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα; Γραῦς οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε. Μενελέως ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα. Γραῦς τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ; Μενελέως πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. Γραῦς οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις; Μενελέως τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι; Γραῦς Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ. Μενελέως Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα. Γραῦς τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος; Μενελέως οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.