Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας, πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν. καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων, ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω. ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος. χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι. πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ ἄρξασαν ἥκω τούς τε περιλελειμμένους φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη. μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω. ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός, προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —