δεῦσε φονίαισι πλαγαῖς. ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις, ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον, ἁ μορφᾷ θηρῶν λαχνογυίων — ὄμματι λάβρῷ σχῆμα λεαίνης — ἐξαλλάξασʼ ἄχθεα λύπης· ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας ὀλομένους τʼ Ἀχαιούς. Μενελέως ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε, εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον, πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε, ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν· πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω — στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι, τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις. καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα, τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας, νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν. ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.