ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται, τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης, πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε. πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ· τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ· ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω; θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους καὶ συμπυθέσθαι παρθένου θεσπίσματα· γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή. Ἑλένη φίλαι, λόγους ἐδεξάμαν· βᾶτε βᾶτε δʼ ἐς δόμους, ἀγῶνας ἐντὸς οἴκων ὡς πύθησθε τοὺς ἐμούς. Χορός θέλουσαν οὐ μόλις καλεῖς. Ἑλένη ἰὼ μέλεος ἁμέρα. τίνʼ ἄρα τάλαινα τίνα δακρυό- εντα λόγον ἀκούσομαι; Χορός μὴ πρόμαντις ἀλγέων προλάμβανʼ, ὦ φίλα, γόους. Ἑλένη τί μοι πόσις μέλεος ἔτλα; πότερα δέρκεται φάος τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων, ἢ ʼν νέκυσι κατὰ χθονὸς τὰν χρόνιον ἔχει τύχαν; Χορός ἐς τὸ φέρτερον τίθει τὸ μέλλον, ὅ τι γενήσεται.