τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν, κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα. εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα. νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε. τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην; γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς, μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν. θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς; ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι, κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται· σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν, σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου. ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν· αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν. Χορός Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος, μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι. Ἑλένη καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν. Χορός πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη. Ἑλένη καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ. Χορός ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ. Ἑλένη φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει. Χορός πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις; Ἑλένη πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους. Χορός οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν — Ἑλένη ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;