ἔτεμε τὰν δακρυόεσσαν Ἰλίῳ πεύκαν; ἔνθεν ὀλόμενον σκάφος συναρμόσας ὁ Πριαμίδας ἔπλευσε βαρβάρῳ πλάτᾳ τὰν ἐμὰν ἐφʼ ἑστίαν, ἐπὶ τὸ δυστυχέστατον κάλλος, ὡς ἕλοι, γάμων ἀμῶν· ἅ τε δόλιος ἁ πολυκτόνος Κύπρις Δαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις , ὦ τάλαινα συμφορᾶς. ἁ δὲ χρυσέοις θρόνοις Διὸς ὑπαγκάλισμα σεμνὸν Ἥρα τὸν ὠκύπουν ἔπεμψε Μαιάδος γόνον· ὅς με χλοερὰ δρεπομέναν ἔσω πέπλων ῥόδεα πέταλα, Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ, ἀναρπάσας διʼ αἰθέρος τάνδε γαῖαν εἰς ἄνολβον ἔριν ἔριν τάλαιναν ἔθετο Πριαμίδαισιν Ἑλλάδος. τὸ δʼ ἐμὸν ὄνομα παρὰ Σιμουντίοις ῥοαῖσι μαψίδιον ἔχει φάτιν. Χορός ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν. Ἑλένη φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην; ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;