ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς πόσις ὀλόμενος οἴχεται, κάστορός τε συγγόνου τε διδυμογενὲς ἄγαλμα πατρίδος ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ- λοιπε δάπεδα γυμνάσιά τε δονακόεντος Εὐρώ- τα, νεανιᾶν πόνον. Χορός αἰαῖ αἰαῖ· ὦ δαίμονος πολυστόνου μοίρας τε σᾶς, γύναι. αἰὼν δυσαίων τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν χιονόχρως κύκνου πτερῷ Ζεὺς πρέπων διʼ αἰθέρος· τί γὰρ ἄπεστί σοι κακῶν; τίνα δὲ βίοτον οὐκ ἔτλας; μάτηρ μὲν οἴχεται, δίδυμά τε Διὸς οὐκ εὐ- δαιμονεῖ τέκεα φίλα, χθόνα δὲ πάτριον οὐχ ὁρᾷς, διὰ δὲ πόλεας ἔρχεται βάξις, ἅ σε βαρβάροισι, πότνια, παραδίδωσι λέχεσιν, ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ- λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι πάτρια μέλαθρα καὶ τὰν Χαλκίοικον ὀλβιεῖς. Ἑλένη φεῦ φεῦ, τίς ἢ Φρυγῶν ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς