τὰ τοῦ δράματος πρόσωπα Ἑλένη Τεῦκρος Χορός Μενελέως Γραῦς Ἄγγελος Θεονόη Θεοκλύμενος Ἕτερος Ἄγγελος Διόσκοροι Ἑλένη Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς τακείσης χιόνος ὑγραίνει γύας. Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν, Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ, ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ, Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ. τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι, Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων βίον διήνεγκʼ εὐγενῆ τε παρθένον Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος· ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων, καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο, προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα. ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών, ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος· Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα, Ἥρα Κύπρις τε διογενής τε παρθένος, μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν. τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές, Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ, νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις