Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ. νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς παροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν — σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ Ἑλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίας οὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμων ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς. Ὀρέστης ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν. Πυλάδης ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων. Ὀρέστης Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶς ἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; Πυλάδης ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών. Ὀρέστης καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος; Πυλάδης ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα. Ὀρέστης θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα; Πυλάδης τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων. ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. Ὀρέστης ὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγες χρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην, μητέρα κατακτάς, διαδοχαῖς δʼ Ἐρινύων ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους, ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν, οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα — σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός, ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο· λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί,