οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα. Ἰφιγένεια Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος. Ὀρέστης ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ. Ἰφιγένεια φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί. Ὀρέστης ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε. Ἰφιγένεια Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν; Ὀρέστης ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι. Ἰφιγένεια καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν. Ὀρέστης Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ. Ἰφιγένεια ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. Ὀρέστης ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων. Ἰφιγένεια νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται; Ὀρέστης ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς. Ἰφιγένεια πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω. Ὀρέστης ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ. Ἰφιγένεια Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν; Ὀρέστης ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος. Ἰφιγένεια ὦ πότνιʼ, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος; Ὀρέστης οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος. Ἰφιγένεια ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών. Ὀρέστης μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ. Ἰφιγένεια Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι; Ὀρέστης οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι. Ἰφιγένεια δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες. Ὀρέστης τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος. Ἰφιγένεια ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην. Ὀρέστης ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι. Ἰφιγένεια τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν; Ὀρέστης τίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων. Ἰφιγένεια Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.