τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ ναοῖσι πέλας τάδε βαίνει· οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακεν βουφορβὸς ἀνήρ. ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντως πόλις ἥδε τελεῖ, δέξαι θυσίας, ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίας Ἕλλησι διδοὺς ἀναφαίνει. Ἰφιγένεια εἶἑν· τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας, ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι. ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται. φεῦ· τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε πατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει — οἵων στερεῖσα διπτύχων νεανιῶν ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳ τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές. πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι; ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα, μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω. Ὀρέστης τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν κακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι; οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.