πλησιστίοισι πνοαῖς συριζόντων κατὰ πρύμναν εὐναίων πηδαλίων αὔραις σὺν νοτίαις ἢ πνεύμασι Ζεφύρου, τὰν πολυόρνιθον ἐπʼ αἶ- αν, λευκὰν ἀκτάν, Ἀχιλῆ- ος δρόμους καλλισταδίους, ἄξεινον κατὰ πόντον; Χορός εἴθʼ εὐχαῖσιν δεσποσύνοις Λήδας Ἑλένα φίλα παῖς ἐλθοῦσα τύχοι τὰν Τρῳάδα λι- ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί- τᾳ δρόσον αἱματηρὰν ἑλιχθεῖσα λαιμοτόμῳ δεσποίνας χειρὶ θάνοι ποινὰς δοῦσʼ ἀντιπάλους. ἁδίσταν δʼ ἀγγελίαν δεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶς πλωτήρων εἴ τις ἔβα, δουλείας ἐμέθεν δειλαίας παυσίπονος· κἀν γὰρ ὀνείροισι συνεί- ην δόμοις πόλει τε πατρῴ- ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ- σιν, κοινὰν χάριν ὄλβου. Χορός ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοι συνερεισθέντες χωροῦσι, νέον πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.