Εὐρώπας διαμείψας. τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοα λιπόντες Εὐρώταν ἢ ῥεύματα σεμνὰ Δίρκας ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ δίᾳ τέγγει βωμοὺς καὶ περικίονας ναοὺς αἷμα βρότειον; Χορός ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας ἔπλευ- σαν ἐπὶ πόντια κύματα, νά- ιον ὄχημα λινοπόροις αὔραις, φιλόπλουτον ἅμιλλαν αὔξοντες μελάθροισιν; φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶν ἄπληστος ἀνθρώποις, ὄλ- βου βάρος οἳ φέρονται πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες, κοινᾷ δόξᾳ· γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ- βου, τοῖς δʼ ἐς μέσον ἥκει. Χορός πῶς πέτρας τὰς συνδρομάδας, πῶς Φινεϊδᾶν ἀΰ- πνους ἀκτὰς ἐπέρασαν παρʼ ἅλιον αἰγιαλὸν ἐπʼ Ἀμφιτρί- τας ῥοθίῳ δραμόντες, ὅπου πεντήκοντα κορᾶν Νηρῄδων χοροὶ μέλπουσιν ἐγκύκλιοι,