ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν. Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως, ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ. ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν, — ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν. ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων — τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου, ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν, βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη, αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις. οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν τὰ Ταντάλου θεοῖσιν ἑστιάματα ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ, τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους, ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν. Χορός κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας, ἵνʼ οἶ- στρος ὁ πετόμενος Ἀργόθεν ἄ- ξενον ἐπʼ οἶδμα διεπέρασεν — Ἀσιήτιδα γαῖαν