σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς. Χορός θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον. Ἰφιγένεια εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα — ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ, Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις. νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν, δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε. καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι· οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ. ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν, Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην, τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ. οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ — ὅσας γενείου χεῖρας ἐξηκόντισα γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν