πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομεν προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν. ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος ἔγνω κλύδωνα πολεμίων προσκείμενον καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν· Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. — ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη, φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας. ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο, αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών. μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ καμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς κομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχος ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι. ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων