πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα, οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν. ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με· ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον — τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη — θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει, ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ. κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς. ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα, λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος. ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆς οἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαις εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ, φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι δόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμας ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν, κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον, κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε· τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ. στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες· θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί. οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·