κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους. ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι, θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας, μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς· Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷς Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη; ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δʼ ὁρᾶν οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα. ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος, μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς, δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο, κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους· πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.