οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι; Βουκόλος Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου. Ἰφιγένεια τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν; Βουκόλος οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν. Ἰφιγένεια πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε; Βουκόλος ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου — Ἰφιγένεια καὶ τίς θαλάσσης βουκόλοις κοινωνία; Βουκόλος βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. Ἰφιγένεια ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε τρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω. χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶς Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς. Βουκόλος ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν, ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι. ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος. ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες θάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢν ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών· ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ, εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω, ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ ἔτικτε πεντήκοντα Νηρῄδων χορόν. ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ,