οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων· ἔρρει φῶς σκήπτρων, οἴμοι, πατρῴων οἴκων. ἦν ἐκ τῶν εὐόλβων Ἄργει βασιλέων ἀρχά, μόχθος δʼ ἐκ μόχθων ᾄσσει· δινευούσαις ἵπποισι ῥιφαὶ Πέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξ ἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶς ἅλιος. ἄλλαις δʼ ἄλλα προσέβα χρυσέας ἀρνὸς μελάθροις ὀδύνα, φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν ἔνθεν τῶν πρόσθεν δμαθέντων Τανταλιδᾶν ἐκβαίνει ποινά γʼ εἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼ ἐπὶ σοὶ δαίμων. Ἰφιγένεια ἐξ ἀρχᾶς μοι δυσδαίμων δαίμων τᾶς ματρὸς ζώνας καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς λόχιαι στερρὰν παιδείαν Μοῖραι ξυντείνουσιν θεαί, τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων, ἃν πρωτόγονον θάλος ἐν θαλάμοις Λήδας ἁ τλάμων κούρα σφάγιον πατρῴᾳ λώβᾳ καὶ θῦμʼ οὐκ εὐγάθητον ἔτεκεν, ἔτρεφεν εὐκταίαν· ἱππείοις δʼ ἐν δίφροισι ψαμάθων Αὐλίδος ἐπέβασαν νύμφαιον, οἴμοι, δύσνυμφον