ὄψιν ὀνείρων νυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα. ὀλόμαν ὀλόμαν· οὐκ εἴσʼ οἶκοι πατρῷοι· οἴμοι μοι φροῦδος γέννα. φεῦ φεῦ τῶν Ἄργει μόχθων. ἰὼ δαῖμον, μόνον ὅς με κασίγνητον συλᾷς Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς μέλλω κρατῆρά τε τὸν φθιμένων ὑδραίνειν γαίας ἐν νώτοις πηγάς τʼ οὐρείων ἐκ μόσχων Βάκχου τʼ οἰνηρὰς λοιβὰς ξουθᾶν τε πόνημα μελισσᾶν, ἃ νεκροῖς θελκτήρια κεῖται. ἀλλʼ ἔνδος μοι πάγχρυσον τεῦχος καὶ λοιβὰν Ἅιδα. ὦ κατὰ γαίας Ἀγαμεμνόνιον θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω· δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοι ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω. τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων. Χορός ἀντιψάλμους ᾠδὰς ὕμνων τʼ Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν δεσποίνᾳ γʼ ἐξαυδάσω, τὰν ἐν θρήνοισιν μοῦσαν νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς Ἅιδας ὑμνεῖ δίχα παιάνων.