ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει· τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων — Αὐτουργός τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι; Ἠλέκτρα ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον· ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. Αὐτουργός εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου. Ὀρέστης Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί· μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων, πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών, ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.