παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ. ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ, ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι· λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται — ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ, εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε. ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις — ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή. αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς. στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν. Ἠλέκτρα ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ φέρουσα πηγὰς ποταμίας μετέρχομαι — οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη, ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς — γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.