γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι. Ὀρέστης τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε; Ἠλέκτρα τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς. Ὀρέστης ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας; Ἠλέκτρα τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην. Ὀρέστης οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις; Ἠλέκτρα οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν. Ὀρέστης αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους; Ἠλέκτρα ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς. Ὀρέστης τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ; Ἠλέκτρα ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή; Ὀρέστης ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός; Ἠλέκτρα τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ. Ὀρέστης ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν; Ἠλέκτρα ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. Ὀρέστης λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; Ἠλέκτρα θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς. Ὀρέστης φεῦ· εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε. Ἠλέκτρα ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. Ὀρέστης νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου. Ἠλέκτρα εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. Ὀρέστης ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου; Ἠλέκτρα πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. Ὀρέστης ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ; Ἠλέκτρα ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. Ὀρέστης οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.