ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ. Ἠλέκτρα λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων; Ὀρέστης εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις. Ἠλέκτρα οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας. Ὀρέστης λύπαις γε συντετηκός, ὥστε με στένειν. Ἠλέκτρα καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ. Ὀρέστης δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. Ἠλέκτρα οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον; Ὀρέστης φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς; Ἠλέκτρα ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. Ὀρέστης ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς; Ἠλέκτρα ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον. Ὀρέστης ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι; Ἠλέκτρα οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ. Ὀρέστης εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. Ἠλέκτρα ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις. Ὀρέστης σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων. Ἠλέκτρα πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής. Ὀρέστης ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει; Ἠλέκτρα οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. Ὀρέστης ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν; Ἠλέκτρα γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου. Ὀρέστης καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών; Ἠλέκτρα οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε. Ὀρέστης ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην. Ἠλέκτρα τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ. Ὀρέστης φεῦ· γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον. Ἠλέκτρα εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών. Ὀρέστης μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;