τοῦ κλεινοῦ πατρὸς ἐκφύς. αὐτὰ δʼ ἐν χερνῆσι δόμοις ναίω ψυχὰν τακομένα δωμάτων πατρίων φυγάς, οὐρείας ἀνʼ ἐρίπνας. μάτηρ δʼ ἐν λέκτροις φονίοις ἄλλῳ σύγγαμος οἰκεῖ. Χορός πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς. Ἠλέκτρα οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους εὐνὰς ἔχοντες ἐξανίστανται λόχου· φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ φῶτας κακούργους ἐξαλύξωμεν ποδί. Ὀρέστης μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. Ἠλέκτρα ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν. Ὀρέστης ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν. Ἠλέκτρα ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών. Ὀρέστης οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον. Ἠλέκτρα καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς; Ὀρέστης μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς. Ἠλέκτρα ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ. Ὀρέστης ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους. Ἠλέκτρα ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος; Ὀρέστης ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω. Ἠλέκτρα εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων. Ὀρέστης κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν. Ἠλέκτρα ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων; Ὀρέστης οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον. Ἠλέκτρα οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;