ὅρμοις ἐκπεπόταμαι τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς Ἀργείαις ἅμα νύμφαις εἱλικτὸν κρούσω πόδʼ ἐμόν. δάκρυσι νυχεύ- ω, δακρύων δέ μοι μέλει δειλαίᾳ τὸ κατʼ ἦμαρ. σκέψαι μου πιναρὰν κόμαν καὶ τρύχη τάδʼ ἐμῶν πέπλων, εἰ πρέποντʼ Ἀγαμέμνονος κούρᾳ ʼσται βασιλείᾳ τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος μέμναταί ποθʼ ἁλοῦσα. Χορός μεγάλα θεός· ἀλλʼ ἴθι, καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ- πηνα φάρεα δῦναι, χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας. δοκεῖς τοῖσι σοῖς δακρύοις μὴ τιμῶσα θεούς, κρατή- σειν ἐχθρῶν; οὔτοι στοναχαῖς, ἀλλʼ εὐχαῖσι θεοὺς σεβί- ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ. Ἠλέκτρα οὐδεὶς θεῶν ἐνοπᾶς κλύει τᾶς δυσδαίμονος, οὐ παλαι- ῶν πατρὸς σφαγιασμῶν. οἴμοι τοῦ καταφθιμένου τοῦ τε ζῶντος ἀλάτα, ὅς που γᾶν ἄλλαν κατέχει, μέλεος ἀλαί- νων ποτὶ θῆσσαν ἑστίαν,