τιθεμένα θανάτῳ σῷ. Ἠλέκτρα αἶ αἶ, δρύπτε κάρα· οἷα δέ τις κύκνος ἀχέτας ποταμίοις παρὰ χεύμασιν πατέρα φίλτατον καλεῖ, ὀλόμενον δολίοις βρόχων ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, πάτερ, ἐγὼ κατακλαίομαι, Ἠλέκτρα λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου. ἰώ μοι, ἰώ μοι πικρᾶς μὲν πελέκεως τομᾶς σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ Τροΐας ὁδίου βουλᾶς· οὐ μίτραισι γυνή σε δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις, ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν Αἰγίσθου λώβαν θεμένα δόλιον ἔσχεν ἀκοίταν. Χορός Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶ σὰν ἀγρότειραν αὐλάν. ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ Μυκηναῖος ὀρειβάτας· ἀγγέλλει δʼ ὅτι νῦν τριταί- αν καρύσσουσιν θυσίαν Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ- ραν μέλλουσιν παρθενικαὶ στείχειν. Ἠλέκτρα οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι, θυμὸν οὐδʼ ἐπὶ χρυσέοις