φεῦ φεῦ σχετλίων πόνων καὶ στυγερᾶς ζόας. ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς Αἰγίσθου τʼ, Ἀγάμεμνον. Ἠλέκτρα ἴθι τὸν αὐτὸν ἔγειρε γόον, ἄναγε πολύδακρυν ἁδονάν. Ἠλέκτρα σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα, κατακλαίουσα· ἰώ μοί μοι. τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ τλᾶμον σύγγονʼ, ἀλατεύεις οἰκτρὰν ἐν θαλάμοις λιπὼν πατρῴοις ἐπὶ συμφοραῖς ἀλγίσταισιν ἀδελφάν; ἔλθοις τῶνδε πόνων ἐμοὶ τᾷ μελέᾳ λυτήρ, ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων ἐχθίστων ἐπίκουρος, Ἄρ- γει κέλσας πόδʼ ἀλάταν. Ἠλέκτρα θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους ἐπορθροβοάσω, ἰαχάν, Ἀΐδα μέλος, Ἀΐδα, πάτερ, σοι κατὰ γᾶς ἐνέπω γόους οἷς ἀεὶ τὸ κατʼ ἦμαρ διέπομαι, κατὰ μὲν φίλαν ὄνυχι τεμνομένα δέραν χέρα τε κρᾶτʼ ἐπὶ κούριμον