Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν. ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως. μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων, ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον. Ἑκάβη ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή· ἐπάειρε δέρην· οὐκέτι Τροία τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. μεταβαλλομένου δαίμονος ἀνέχου. πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, μηδὲ προσίστω πρῷραν βιότου πρὸς κῦμα πλέουσα τύχαισιν. αἰαῖ αἰαῖ. τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν, ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις; ὦ πολὺς ὄγκος συστελλόμενος προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα. τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; τί δὲ θρηνῆσαι; δύστηνος ἐγὼ τῆς βαρυδαίμονος ἄρθρων κλίσεως, ὡς διάκειμαι, νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ. οἴμοι κεφαλῆς, οἴμοι κροτάφων πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ εἰς ἀμφοτέρους τοίχους, μελέων ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.