λάθεται ἀλγέων ἀδάκρυτος . Χορός ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει. Ἀνδρομάχη ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς; Ἑκάβη ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν. Ἀνδρομάχη ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον. Ἑκάβη τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ. Ἀνδρομάχη φεῦ φεῦ· ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα. Ἑκάβη ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι· κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Ἀνδρομάχη τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ. Ἑκάβη οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές. Ἀνδρομάχη εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. Ἑκάβη αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων· αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι. Ἀνδρομάχη ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ. Ἑκάβη οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν· τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες. Ἀνδρομάχη ὦ μῆτερ, ὦ τεκοῦσα , κάλλιστον λόγον ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.