ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης; Ἀθήνα ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω; Ποσειδῶν μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν· πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν; Ἀθήνα τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. Ποσειδῶν τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς; Ἀθήνα οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς; Ποσειδῶν οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ. Ἀθήνα κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο. Ποσειδῶν καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει. Ἀθήνα τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. Ποσειδῶν ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί; Ἀθήνα δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. Ποσειδῶν ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα; Ἀθήνα ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα· ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν, ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν. Ποσειδῶν ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες