οἰκτρὰ τύχα Ἀνδρομάχη πόλεος, Ἑκάβη ἃ καπνοῦται. Ἀνδρομάχη μόλοις, ὦ πόσις, μοι — Ἑκάβη βοᾷς τὸν παρʼ Ἅιδᾳ παῖδʼ ἐμόν, ὦ μελέα. Ἀνδρομάχη σᾶς δάμαρτος ἄλκαρ. Ἑκάβη σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν, τέκνων δέσποθʼ ἁμῶν, πρεσβυγενὲς Πρίαμε, κοίμισαί μʼ ἐς Ἅιδου. Ἀνδρομάχη οἵδε πόθοι μεγάλοι Ἑκάβη σχετλία, τάδε πάσχομεν ἄλγη. Ἀνδρομάχη οἰχομένας πόλεως Ἑκάβη ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται. Ἀνδρομάχη δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν, ὃς λεχέων στυγερῶν χάριν ὤλεσε πέργαμα Τροίας· αἱματόεντα δὲ θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε δούλια Τροίᾳ. Ἑκάβη ὦ πατρίς, ὦ μελέα Ἀνδρομάχη καταλειπομέναν σε δακρύω, Ἑκάβη νῦν τέλος οἰκτρὸν ὁρᾷς. Ἀνδρομάχη καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην. Ἑκάβη ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν, οἷος ἰάλεμος, οἷά τε πένθη δάκρυά τʼ ἐκ δακρύων καταλείβεται ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι-