Φρυγῶν, ἔν τε δεμνίοις καράτομος ἐρημία νεανίδων στέφανον ἔφερεν Ἑλλάδι κουροτρόφον, Φρυγῶν πατρίδι πένθη. Χορός Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην; παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις. ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ, δύστανε γύναι, πάρεδρος χαλκέοις Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν δοριθηράτοις, οἷσιν Ἀχιλλέως παῖς Φθιώτας στέψει ναοὺς ἀπὸ Τροίας; Ἀνδρομάχη Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν. Ἑκάβη οἴμοι. Ἀνδρομάχη τί παιᾶνʼ ἐμὸν στενάζεις; Ἑκάβη αἰαῖ — Ἀνδρομάχη τῶνδʼ ἀλγέων — Ἑκάβη ὦ Ζεῦ — Ἀνδρομάχη καὶ συμφορᾶς. Ἑκάβη τέκεα, Ἀνδρομάχη πρίν ποτʼ ἦμεν. Ἑκάβη βέβακʼ ὄλβος, βέβακε Τροία Ἀνδρομάχη τλάμων. Ἑκάβη ἐμῶν τʼ εὐγένεια παίδων. Ἀνδρομάχη φεῦ φεῦ. Ἑκάβη φεῦ δῆτʼ ἐμῶν Ἀνδρομάχη κακῶν.