οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς, οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν. σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη; ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ. τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα, νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ. Χορός ἀμφί μοι Ἴλιον, ὦ Μοῦσα, καινῶν ὕμνων ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον· νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω, τετραβάμονος ὡς ὑπʼ ἀπήνας Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος, ὅτʼ ἔλιπον ἵππον οὐράνια βρέμοντα χρυσεοφάλαρον ἔνο- πλον ἐν πύλαις Ἀχαιοί· ἀνὰ δʼ ἐβόασεν λεὼς Τρῳάδος ἀπὸ πέτρας σταθείς· Ἴτʼ, ὦ πεπαυμένοι πόνων, τόδʼ ἱερὸν ἀνάγετε ξόανον Ἰλιάδι Διογενεῖ κόρᾳ. τίς οὐκ ἔβα νεανίδων, τίς οὐ γεραιὸς ἐκ δόμων; κεχαρμένοι δʼ ἀοιδαῖς