οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ, ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην. καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας — Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον. Κασάνδρα ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται; σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι, οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν· ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια