καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως. τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει, πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ· ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου λάθρα τέθνηκε τλημόνως Πολυξένη· φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος. ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι. Ἀθήνα ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν; Ποσειδῶν ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. Ἀθήνα ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ. Ποσειδῶν μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα; Ἀθήνα οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν, πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. Ποσειδῶν ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν