τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; Ταλθύβιος ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω. ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας; πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς, ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά. ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ. Ἑκάβη οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ. Κασάνδρα Ἄνεχε· πάρεχε. φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού — λαμπάσι τόδʼ ἱερόν. ὦ Ὑμέναιʼ ἄναξ· μακάριος ὁ γαμέτας· μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις κατʼ Ἄργος ἁ γαμουμένα. Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ. ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ γόοισι τὸν θανόντα πατέρα πατρίδα τε φίλαν καταστένουσʼ ἔχεις, ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς ἀναφλέγω πυρὸς φῶς ἐς αὐγάν, ἐς αἴγλαν, διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,