Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς; Ἑκάβη ταύταν· τῷ πάλος ἔζευξεν; Ταλθύβιος τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως. Ἑκάβη ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν. ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί θέσμιον, ὦ φίλος, Ἑλλάνων; Ταλθύβιος εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς. Ἑκάβη τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει; Ταλθύβιος ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων. Ἑκάβη τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν; Ταλθύβιος καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον. Ἑκάβη ἐγὼ δὲ τῷ πρόσπολος ἁ τριτοβάμονος χερὶ δευομένα βάκτρου γεραιῷ κάρᾳ; Ταλθύβιος Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν. Ἑκάβη ἒ ἔ. ἄρασσε κρᾶτα κούριμον, ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν. ἰώ μοί μοι. μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, πολεμίῳ δίκας, παρανόμῳ δάκει, ὃς πάντα τἀκεῖθεν ἐνθάδ ε στρέφει, τὰ δʼ ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων. γοᾶσθʼ, ὦ Τρῳάδες, με. βέβακα δύσποτμος. οἴχομαι ἁ τάλαινα, δυστυχεστάτῳ προσέπεσον κλήρῳ. Χορός τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας