τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ Δωρίδος ἐσμὲν χθονὸς ἤδη. Ταλθύβιος Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ, ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι, Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον. Ἑκάβη αἰαῖ, τόδε τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι. Ταλθύβιος ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος. Ἑκάβη αἰαῖ, τίνʼ ἢ Θεσσαλίας πόλιν ἢ Φθιάδος εἶπας ἢ Καδμείας χθονός; Ταλθύβιος κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. Ἑκάβη τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς Ἰλιάδων μένει; Ταλθύβιος οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ. Ἑκάβη τοὐμὸν τίς ἆρʼ ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν; Ταλθύβιος ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. Ἑκάβη ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ δούλαν; ἰώ μοί μοι. Ταλθύβιος οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. Ἑκάβη ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν; Ταλθύβιος ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης. Ἑκάβη ῥῖπτε, τέκνον, ζαθέους κλῇ- δας καὶ ἀπὸ χροὸς ἐνδυ- τῶν στεφέων ἱεροὺς στολμούς. Ταλθύβιος οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν; Ἑκάβη τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;