τὰ τοῦ δράματος πρόσωπα Ποσειδῶν Ἀθήνα Ἑκάβη Χορός Αἰχμαλωτίδων Τρῳάδων Ταλθύβιος Κασάνδρα Ἀνδρομάχη Μενέλαος Ἑλένη Ποσειδῶν Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός. ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει· ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας, πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας· ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ. ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι, οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν. ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας — λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς· ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.